TLG 1709 003 :: THEAGENES :: Fragmenta THEAGENES Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 509–511. frr. 1–8 Citation: Fragment — (line) | ||
t1-15 | ΜΑΚΕΔΟΝΙΚΑ. | |
1 | Stephan. Byz.: Ἀκεσαμενοί, πόλις Μακεδονίας, ὡς Θεαγένης. Κτίσμα Ἀκεσαμένου, ἑνὸς τῶν ἐν Πιε‐ ρίᾳ βασιλευσάντων. | |
2 | Idem: Ἀλτός, χωρίον Θεσσαλονίκης, ὡς Θεαγέ‐ νης ἐν Μακεδονίᾳ (sic). | |
3 | Idem: Βάλλα, πόλις Μακεδονίας, ὡς Πέλλα, ὁ πο‐ λίτης Βαλλαῖος. Θεαγένης ἐν Μακεδονίᾳ (sic)· «Βαλ‐ λαίους μεταγαγὼν εἰς τὸν νῦν λεγόμενον Πύθιον τόπον.» | |
4 | Idem: Ἐλευθερίσκος, πόλις Μακεδονίας. Θεαγέ‐ νης Μακεδονικοῖς. | |
5 | Idem: Κύδνα, πόλις Μακεδονίας, Θεαγένης ἐν Μακεδονικοῖς· ἣ κατὰ παραφθορὰν Πύδνα λέγεται. | |
6 | Idem: Λήτη, πόλις Μακεδονίας, ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ, ὡς Θεαγένης Μακεδονικοῖς. | |
7 | Idem: Μίεζα, πόλις Μακεδονίας, ἣ Στρυμόνιον ἐκαλεῖτο, ἀπὸ Μιέζης θυγατρὸς Βέρητος τοῦ Μακεδό‐ νος, ὡς Θεαγένης ἐν Μακεδονικοῖς. Βέρης γὰρ τρεῖς | |
ἐγέννησε, Μίεζαν, Βέροιαν, Ὄλγανον, | 509 | |
5 | ἀφ’ οὗ (l. ὧν) ποταμὸς ὁμώνυμος καὶ πόλις Βέροια καὶ τόπος Στρυμόνος (Στρυμόνιος?). | |
---|---|---|
8 | Steph. Bvz.: Μισητός, πόλις Μακεδονίας. Θ. Μα‐ κεδονικοῖς. | |
9 | Idem: Ὀλόβαγρα, πόλις Μακεδ. Θεαγ. Μακεδ. | |
10 | Idem: Ὀρέσται, Μολοσσικὸν ἔθνος ... Θεαγένης ἐν Μακεδονικοῖς φησιν, ὅτι ἐπεὶ ἀφείθη τῆς μανίας Ὀρέστης, φεύγων διὰ τὴν αἰδῶ μετὰ τῆς Ἑρμιόνης, εἰς ταύτην | |
5 | ἦλθε τὴν γῆν καὶ παῖδα ἔσχεν Ὀρέστην, οὗ ἄρξαντος ἐκλήθησαν Ὀρέσται· αὐτὸς δὲ ὑπὸ ἐχίδνης δηχθεὶς θνήσκει εἰς χωρίον τῆς Ἀρκαδίας, τὸ λεγόμενον Ὀρέ‐ στιον. Λέγεται καὶ θηλυκὸν Ὀρεστὶς καὶ Ὀρεστιὰς ὡσαύτως. Θεαγένης καὶ Διονύσιος δευτέρῳ Γιγαντιάδος. | |
11 | Idem: Παλλήνη, πόλις Θρᾴκης, ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς, Κλείτου δὲ γυναικὸς, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς. Παλλήνη δ’ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς με‐ | |
5 | σημβρίαν ἐστραμμένην. Ἐκαλεῖτο δὲ Φλέγρα τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν γιγάντων· καὶ ἡ τῶν θεῶν καὶ τῶν γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι. Θεαγένης ἐν Μακεδονικοῖς. | |
12 | Idem: Παρθενόπολις, Μακεδονίας πόλις, ἀπὸ τῶν θυγατέρων Γεραιστοῦ τοῦ Μύγδονος παιδός, ὡς Θεα‐ γένης ἐν Μακεδονικοῖς· «Ἀπὸ δὲ τῶν θυγατέρων διὰ τὸ ἄγροικον αὐτῶν τῆς διαίτης καὶ τὸ ἄμικτον ἔκτισε | |
5 | πόλιν, ἥτις ἔτι καὶ νῦν δι’ ἐκείνας Παρθενόπολις κέ‐ κληται.» | |
13 | Idem: Σκύδρα, Μακεδονικὴ πόλις, ὡς Θεαγένης ἐν Μακεδονικοῖς. | |
14 | Idem: Τίρσαι, πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ, ἀπὸ Τίρσης, μιᾶς τῶν γυναικῶν τοῦ παιδὸς Μύγδονος, ὡς Θεαγένης φησί. | |
15 | Idem: Φύσκος, πόλις Λοκρίδος .... Ἔστι καὶ ἑτέρα Φύσκος πόλις τῆς Καρίας .... Ἔστι καὶ ἄλλη Μακεδο‐ νίας, ἧς μέμνηται Θεαγένης ἐν Μακεδονικοῖς. | |
t16 | ΚΑΡΙΚΑ. | |
16 | Idem: Κασταλία, πόλις Κιλικίας. Θεαγένης ἐν | |
Καρικοῖς. | 510 | |
t17-18 | ΠΕΡΙ ΑΙΓΙΝΗΣ. | |
17 | Schol. Pind. Nem. III, 21: Θεογένης δὲ ἐν τῷ Περὶ Αἰγίνης οὕτω γράφει· «Ἄλλοι δέ τινες πιθανώτερον ἐξηγοῦνται περὶ τούτων. Ὀλιγανθρω‐ πούσης γὰρ τῆς νήσου φασὶ τοὺς ἐνοικοῦντας αὐτὴν ἐν | |
5 | σπηλαίοις καταγείοις διαιτᾶσθαι παντελῶς ἀκατα‐ σκεύους ὄντας, καὶ τοὺς μὲν γινομένους καρποὺς εἰς ταῦτα καταφέρειν, τὴν δὲ ἐκ τούτων ὀρυττομένην γῆν ἐπὶ τὰ γεώργια ἀναφέρειν, οὔσης ἐπιεικῶς ὑπάντρου καὶ ὑποπέτρου τῆς νήσου, μάλιστα δὲ τῶν πεδινῶν | |
10 | τόπων αὐτῆς. Διόπερ ἀφομοιούντων αὐτοὺς, ὡς εἶδον ταῦτα πράττοντας, τῶν ἔξωθεν ἐρχομένων μύρμηξι, Μυρμιδόνας κληθῆναι· μεθ’ ὧν συνοικίσαντα τὸν Αἰα‐ κὸν τοὺς ἐκ Πελοποννήσου μεθ’ ἑαυτοῦ παραγινομένους ἐξημερῶσαί τε καὶ νόμους δοῦναι καὶ σύνταξιν πολιτι‐ | |
15 | κὴν, ᾗ χρησαμένους αὐτοὺς παντελῶς δοκεῖν ἐκ μυρ‐ μήκων γενέσθαι ἀνθρώπους.» | |
18 | Schol. Platon.: Κατεκλήρωσε δὲ καὶ τὴν Αἴγιναν, ὡς Θεογέ‐ | |
νης ἐν τῷ Περὶ Αἰγίνης. | 511 |